ΤΑ ΜΑΓΚΑΝΙΑ-ANTLIAE
sábado, 28 de octubre de 2017
CAESAR, DE BELLO GALLICO, I 1
(1) GALLIA EST OMNIS DIVISA IN PARTES TRES, QVARVM VNAM INCOLVNT BELGAE, ALIAM AQVITANI, TERTIAM QVI IPSORVM LINGVA CELTAE, NOSTRA GALLI APPELLANTVR. (2) HI OMNES LINGVA, INSTITVTIS, LEGIBVS INTER SE DIFFERVNT. GALLOS AB AQVITANIS GARVNNA FLVMEN, A BELGIS MATRONA ET SEQVANA DIVIDIT. (3) HORVM OMNIVM FORTISSIMI SVNT BELGAE, PROPTEREA QVOD A CVLTV ATQVE HVMANITATE PROVINCIAE LONGISSIME ABSVNT MINIMEQVE AD EOS MERCATORES SAEPE COMMEANT ATQVE EA, QVAE AD EFFEMINANDOS ANIMOS PERTINENT, IMPORTANT PROXIMIQVE SVNT GERMANIS, QVI TRANS RHENVM INCOLVNT, QVIBVSCVM CONTINENTER BELLVM GERVNT. (4) QVA DE CAVSA HELVETII QVOQVE RELIQVOS GALLOS VIRTVTE PRAECEDVNT, QVOD FERE COTIDIANIS PROELIIS CVM GERMANIS CONTENDVNT, CVM AVT SVIS FINIBVS EOS PROHIBENT AVT IPSI IN EORVM FINIBVS BELLVM GERVNT. (5) EORVM VNA PARS, QVAM GALLOS OBTINERE DICTVM EST, INITIVM CAPIT A FLVMINE RHODANO, CONTINETVR GARVNNA FLVMINE, OCEANO, FINIBVS BELGARVM, ATTINGIT ETIAM AB SEQVANIS ET HELVETIIS FLVMEN RHENVM, VERGIT AD SEPTENTRIONES. (6) BELGAE AB EXTREMIS GALLIAE FINIBVS ORIVNTVR, PERTINENT AD INFERIOREM PARTEM FLVMINIS RHENI, SPECTANT IN SEPTENTRIONEM ET ORIENTEM SOLEM. (7) AQVITANIA A GARVNNA FLVMINE AD PYRENAEOS MONTES ET EAM PARTEM OCEANI, QVAE EST AD HISPANIAM, PERTINET, SPECTAT INTER OCCASVM SOLIS ET SEPTENTRIONES.
miércoles, 10 de mayo de 2017
ΞΕΝΟΦΩΝ, Ἑλληνικά, 2, 2, 24
Καὶ ὁ ἐνιαυτὸς ἔληγεν, ἐν ὧι μεσοῦντι Διονύσιος ὁ Ἑρμοκράτους Συρακόσιος ἐτυράννησε, μάχηι μὲν πρότερον ἡττηθέντων ὑπὸ Συρακοσίων Καρχηδονίων, σπάνει δὲ σίτου ἑλόντων Ἀκράγαντα, ἐκλιπόντων τῶν Σικελιωτῶν τὴν πόλιν.
ΞΕΝΟΦΩΝ, Ἑλληνικά, 2, 3, 11
Οἱ δὲ τριάκοντα ᾑρέθησαν μὲν ἐπεὶ τάχιστα τὰ μακρὰ τείχη καὶ τὰ περὶ τὸν Πειραιᾶ καθῃρέθη· αἱρεθέντες δὲ ἐφ’ ᾧτε συγγράψαι νόμους, καθ’ οὕστινας πολιτεύσοιντο, τούτους μὲν ἀεὶ ἔμελλον συγγράφειν τε καὶ ἀποδεικνύναι, βουλὴν δὲ καὶ τὰς ἄλλας ἀρχὰς κατέστησαν ὡς ἐδόκει αὐτοῖς.
ΞΕΝΟΦΩΝ, Ἑλληνικά, 2, 3, 12
ἔπειτα πρῶτον μὲν οὓς πάντες ᾔδεσαν ἐν τῇ δημοκρατίᾳ ἀπὸ συκοφαντίας ζῶντας καὶ τοῖς καλοῖς κἀγαθοῖς βαρεῖς ὄντας, συλλαμβάνοντες ὑπῆγον θανάτου· καὶ ἥ τε βουλὴ ἡδέως αὐτῶν κατεψηφίζετο οἵ τε ἄλλοι ὅσοι συνῄδεσαν ἑαυτοῖς μὴ ὄντες τοιοῦτοι οὐδὲν ἤχθοντο.
ΞΕΝΟΦΩΝ, Ἑλληνικά, 2, 3, 13
ἐπεὶ δὲ ἤρξαντο βουλεύεσθαι ὅπως ἂν ἐξείη αὐτοῖς τῇ πόλει χρῆσθαι ὅπως βούλοιντο, ἐκ τούτου πρῶτον μὲν πέμψαντες εἰς Λακεδαίμονα Αἰσχίνην τε καὶ Ἀριστοτέλην ἔπεισαν Λύσανδρον φρουροὺς σφίσι συμπρᾶξαι ἐλθεῖν, ἕως δὴ τοὺς πονηροὺς ἐκποδὼν ποιησάμενοι καταστήσαιντο τὴν πολιτείαν· θρέψειν δὲ αὐτοὶ ὑπισχνοῦντο.
ΞΕΝΟΦΩΝ, Ἑλληνικά, 2, 3, 14
ὁ δὲ πεισθεὶς τούς τε φρουροὺς καὶ Καλλίβιον ἁρμοστὴν συνέπραξεν αὐτοῖς πεμφθῆναι. οἱ δ’ ἐπεὶ τὴν φρουρὰν ἔλαβον, τὸν μὲν Καλλίβιον ἐθεράπευον πάσῃ θεραπείᾳ, ὡς πάντα ἐπαινοίη ἃ πράττοιεν, τῶν δὲ φρουρῶν τούτου συμπέμποντος αὐτοῖς οὓς ἐβούλοντο συνελάμβανον οὐκέτι τοὺς πονηρούς τε καὶ ὀλίγου ἀξίους, ἀλλ’ ἤδη οὓς ἐνόμιζον ἥκιστα μὲν παρωθουμένους ἀνέχεσθαι, ἀντιπράττειν δέ τι ἐπιχειροῦντας πλείστους ἂν τοὺς συνεθέλοντας λαμβάνειν.
ΞΕΝΟΦΩΝ, Ἑλληνικά, 2, 4, 24
Καὶ οἱ μὲν τριάκοντα Ἐλευσῖνάδε ἀπῆλθον· οἱ δὲ δέκα τῶν ἐν ἄστει καὶ μάλα τεταραγμένων καὶ ἀπιστούντων ἀλλήλοις σὺν τοῖς ἱππάρχοις ἐπεμέλοντο. ἐξεκάθευδον δὲ καὶ οἱ ἱππεῖς ἐν τῷ Ὠιδείῳ, τούς τε ἵππους καὶ τὰς ἀσπίδας ἔχοντες, καὶ δι’ ἀπιστίαν ἐφώδευον τὸ μὲν ἀφ’ ἑσπέρας σὺν ταῖς ἀσπίσι κατὰ τείχη, τὸ δὲ πρὸς ὄρθρον σὺν τοῖς ἵπποις, ἀεὶ φοβούμενοι μὴ ἐπεισπέσοιέν τινες αὐτοῖς τῶν ἐκ τοῦ Πειραιῶς.
Suscribirse a:
Comentarios (Atom)